
Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ.
Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Φερωνυμίᾳ καταλλήλῳ ἐμπρέπων, καθυπουργεῖς ἐν τῇ τοῦ Λόγου σαρκώσει, ὡς στρατηγὸς τῶν Ἀσωμάτων τάξεων· ὅθεν εὐηγγέλισαι, τῇ Παρθένῳ Μαρίᾳ, χαῖρε προσφωνῶν αὐτῇ, τὸν Θεὸν γὰρ συλλήψῃ· ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τοὺς σὲ ὑμνοῦντας, Γαβριὴλ Ἀρχάγγελε.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Οὐρανίου τάξεως, φωτοειδὴς στρατηγέτης, Γαβριὴλ Ἀρχάγγελε, γεγενημένος ἐν δόξῃ, ἤγγειλας, χαρὰν τὴν ἄληκτον τῇ Παρθένῳ· ταύτῃ γὰρ, τὴν τοῦ ἀνάρχου σύλληψιν Λόγου, ἐκβοῶν εὐηγγελίσω· χαῖρε Παρθένε εὐλογημένη Ἁγνή.
Ἕτερον Κοντάκιον. Ἦχος δ’.Ἀρχιστράτηγε Θεοῦ, λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρέσβευε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.
Μεγαλυνάριον.Ὅλος ἡλιόμορφος καὶ φαιδρός, Γαβριὴλ ἐπέστης, τῇ Παρθένῳ ἐν Ναζαρέτ· παρ’ ἧς νῦν τὴν αἴγλην, τῆς Τρισηλίου δόξης, δεχόμενος ἀΰλως, ἡμᾶς καταύγασον.
(από synaxarion)
(από synaxarion)
0 σχόλια:
Δημοσίευση σχολίου