Τρίτη 16 Αυγούστου 2011

Μνήμη εἰσόδου τῆς ἀχειροτεύκτου μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

Ο Σ. Εὐστρατιάδης, γιὰ τὴν περίπτωση αὐτή, γράφει τὰ ἑξῆς, στὸ Ἁγιολόγιό του: «Ἡ τῆς ἀχειροποιήτου εἰκόνος τοῦ Χριστοῦ ἀνακομιδὴ ἐκ τῆς Ἐδέσσης, ἔνθα ἐφυλάττετο μετὰ τῆς ἐπιστολῆς τοῦ Αὐγάρου, ἐγένετο ἐπὶ τῆς βασιλείας Ρωμανοῦ τοῦ Λεκαπηνοῦ τφ 944 καὶ κατετέθη εἰς τὸν ἐν Βλαχέρναις ναὸν τῆς Θεοτόκου, ἐξ οὐ μετετέθη εἰς τὸν ἐν Φορῷ ναὸν τῆς Θεοτόκου. Κατὰ δὲ τὸ 967 Νικηφόρος ὁ Φωκᾶς μετεκόμισεν ἐξ Ἐδέσσης καὶ τὴν κέραμον, ἐφ’ ἧς ἀπετυπώθη ὠσαύτως ἡ εἰκὼν τοῦ Χριστοῦ, διὰ τὸ εἶναι ταύτην πλησίον τῆς ἀχειροποιήτου εἰκόνος ἐν Ἐδέσσῃ ἐν τῷ αὐτῷ τόπῳ. Τὴν περὶ τῆς...
εἰκόνος παράδοσιν διέσωσεν ὁ Ἱστορικὸς Εὐσέβιος (Ἐκκ. Ἱστ. βιβλ. Α’, κεφ. ιγ’). Ἡ εἰκὼν ἀπεστάλη ὑπὸ τοῦ Κυρίου πρὸς τὸν τοπάρχην Ἐδέσσης Αὔγαρον διὰ τοῦ ἀποστόλου Ἀνανίου μετ’ ἐπιστολῆς τοῦ Κυρίου πρὸς τὸν Αὔγαρον εἰς ἀπάντησιν προηγουμένης ἐπιστολῆς τοῦ τοπάρχου. (ἴδ. ταύτας ἐν τοὶς Μηναῖοις καὶ ἐν τοῖς Συναξαρισταῖς)».

Ἀπολυτίκιο. Ἦχος β’.
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν, τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

Κοντάκιον. Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Τὴν θεαυγῆ, τῆς σῆς Μορφῆς ἐμφέρειαν, ζωαρχικάς, μαρμαρυγὰς ἀστράπτουσαν, ἐξ Ἐδέσσης ἐδεξάμεθα, ὥσπερ φορέα πάσης δόσεως· Σὺ γὰρ τὴν σὴν εἰκόνα μορφωσάμενος, αὐτὴν πρὸς τὸ ἀρχέτυπον ἀνήγαγες, ὁ μόνος ὑπάρχων πολυέλεος.

Μεγαλυνάριον.
Ἦκεν ἐξ Ἐδέσσης ἡ σὴ Εἰκών, ἐν τῇ βασιλίδι, κομισθεῖσα περιφανῶς, καὶ τῆς σῆς προνοίας, ἐκλάμπει τὰς ἀκτῖνας, ἡλιακὸς ὡς δίσκος, ἡμῖν Φιλάνθρωπε.
(από synaxarion)

0 σχόλια:

Δημοσίευση σχολίου

Related Posts with Thumbnails